《理想国》卷一疏证 第一卷 1
1 提 要 苏格拉底和他的朋友格劳孔在他叙述这篇对话之前的一天,一起来到雅典城外的港口小镇庇拉坞
做过祭奠牺牲的事情,也看过祭奠女神的庆典活动之后,他们打算马上回到城里去
当他们准备回去的时候,玻勒马霍斯打发小僮在路上将他们拦住,他邀请苏格拉底等人到他家去
(327a - 328b) [327a]Κατέβην χθὲς εἰς Πειραιᾶ μετὰ Γλαύκωνος τοῦ Ἀρίστωνος προσευξόμενός τε τῇ θεῷ καὶ ἅμα τὴν ἑορτὴν βουλόμενος θεάσασθαι τίνα τρόπον ποιήσουσιν ἅτε νῦν πρῶτον ἄγοντες
Καλὴ μὲν οὖν μοι καὶ ἡ τῶν ἐπιχωρίων πομπὴ ἔδοξεν εἶναι, οὐ μέντοι ἧττον ἐφαίνετο πρέπειν ἣν οἱ Θρᾷκες ἔπεμπον
προσευξάμενοι δὲ καὶ θεωρήσαντες [327b]ἀπῇμεν πρὸς τὸ ἄστυ
κατιδὼν οὖν πόρρωθεν ἡμᾶς οἴκαδε ὡρμημένους Πολέμαρχος ὁ Κεφάλου ἐκέλευσε δραμόντα τὸν παῖδα περιμεῖναί ἑ κελεῦσαι
καί μου ὄπισθεν ὁ παῖς λαβόμενος τοῦ ἱματίου, κελεύει ὑμᾶς, ἔφη, Πολέμαρχος περιμεῖναι
καὶ ἐγὼ μετεστράφην τε καὶ ἠρόμην ὅπου αὐτὸς εἴη
οὗτος, ἔφη, ὄπισθεν προσέρχεται· ἀλλὰ περιμ